Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΑΡΙΘΜΟΙ - ΑΡΙΘΜΟΙ 14

ΑΡΙΘΜΟΙ 14:4-41

Help us?
Click on verse(s) to share them!
4Καὶ εἶπαν ἕτερος τῷ ἑτέρῳ, δῶμεν ἀρχηγὸν, καὶ ἀποστρέψωμεν εἰς Αἴγυπτον.
5Καὶ ἔπεσε Μωυσῆς καὶ Ἀαρὼν ἐπὶ πρόσωπον ἐναντίον πάσης συναγωγῆς υἱῶν Ἰσραήλ.
6Ἰησοῦς δὲ ὁ τοῦ Ναυὴ, καὶ Χάλεβ ὁ τοῦ Ἰεφοννὴ τῶν κατασκεψαμένων τὴν γῆν, διέῤῥηξαν τὰ ἱμάτια αὐτῶν,
7καὶ εἶπαν πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραὴλ, λέγοντες, ἡ γῆ ἣν κατεσκεψάμεθα αὐτὴν, ἀγαθή ἐστι σφόδρα σφόδρα.
8Εἰ αἱρετίζει ἡμᾶς Κύριος, εἰσάξει ἡμᾶς εἰς τὴν γῆν ταύτην, καὶ δώσει αὐτὴν ἡμῖν· γῆ ἥτις ἐστὶ ῥέουσα γάλα καὶ μέλι.
9Ἀλλὰ ἀπὸ τοῦ Κυρίου μὴ ἀποστάται γίνεσθε· ὑμεῖς δὲ μὴ φοβηθῆτε τὸν λαὸν τῆς γῆς, ὅτι κατάβρωμα ὑμῖν ἐστιν· ἀφέστηκε γὰρ ὁ καιρὸς ἀπʼ αὐτῶν· ὁ δὲ Κύριος ἐν ἡμῖν· μὴ φοβηθήτε αὐτούς.
10Καὶ εἶπε πᾶσα ἡ συναγωγὴ καταλιθοβολῆσαι αὐτοὺς ἐν λίθοις· καὶ ἡ δόξα Κυρίου ὤφθη ἐν τῇ νεφέλῃ ἐπὶ τῆς σκηνῆς τοῦ μαρτυρίου πᾶσι τοῖς υἱοῖς Ἰσραήλ.
11Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν, ἕως τίνος παροξύνει με ὁ λαὸς οὗτος; καὶ ἕως τίνος οὐ πιστεύουσί μοι ἐπὶ πᾶσι τοῖς σημείοις, οἷς ἐποίησα ἐν αὐτοῖς;
12Πατάξω αὐτοὺς θανάτῳ, καὶ ἀπολῶ αὐτούς· καὶ ποιήσω σε καὶ τὸν οἶκον τοῦ πατρός σου εἰς ἔθνος μέγα, καὶ πολὺ μᾶλλον ἢ τοῦτο.
13Καὶ εἶπε Μωυσῆς πρὸς Κύριον, καὶ ἀκούσεται Αἴγυπτος, ὅτι ἀνήγαγες τῇ ἰσχύϊ σου τὸν λαὸν τοῦτον ἐξ αὐτῶν.
14Ἀλλὰ καὶ πάντες οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς ταύτης ἀκηκόασιν, ὅτι σὺ εἶ Κύριος ἐν τῷ λαῷ τούτῷ, ὅστις ὀφθαλμοῖς κατʼ ὀφθαλμοὺς ὀπτάζῃ Κύριε, καὶ ἡ νεφέλη σου ἐφέστηκεν ἐπʼ αὐτῶν, καὶ ἐν στύλῳ νεφέλης σὺ πορεύῃ πρότερος αὐτῶν τὴν ἡμέραν, καὶ ἐν στύλῳ πυρὸς τὴν νύκτα.
15Καὶ ἐκτρίψεις τὸν λαὸν τοῦτον ὡσεὶ ἄνθρωπον ἕνα· καὶ ἐροῦσι τὰ ἔθνη ὅσοι ἀκηκόασι τὸ ὄνομά σου, λέγοντες,
16παρὰ τὸ μὴ δύνασθαι Κύριον εἰσαγαγεῖν τὸν λαὸν τοῦτον εἰς τὴν γῆν ἣν ὤμοσεν αὐτοῖς, κατέστρωσεν αὐτοὺς ἐν τῇ ἐρήμῳ.
17Καὶ νῦν ὑψωθήτω ἡ ἰσχύς σου Κύριε, ὃν τρόπον εἶπας, λέγων,
18Κύριος μακρόθυμος, καὶ πολυέλεος, καὶ ἀληθινὸς, ἀφαιρῶν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας, καὶ καθαρισμῷ οὐ καθαριεῖ τὸν ἔνοχον, ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἕως τρίτης καὶ τετάρτης γενεᾶς.
19Ἄφες τὴν ἁμαρτίαν τῷ λαῷ τούτῳ κατὰ τὸ μέγα ἔλεός σου, καθάπερ ἵλεως ἐγένου αὐτοῖς ἀπʼ Αἰγύπτου ἕως τοῦ νῦν.
20Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν, ἵλεως αὐτοῖς εἰμι κατὰ τὸ ῥῆμά σου.
21Ἀλλὰ ζῶ ἐγὼ καὶ ζῶν τὸ ὄνομά μου, καὶ ἐμπλήσει ἡ δόξα Κυρίου πᾶσαν τὴν γῆν.
22Ὅτι πάντες οἱ ἄνδρες οἱ ὁρώντες τὴν δόξαν μου, καὶ τὰ σημεῖα ἃ ἐποίησα ἐν Αἰγύπτῳ, καὶ ἐν τῇ ἐρήμῳ, καὶ ἐπείρασάν με τοῦτο δέκατον, καὶ οὐκ εἰσήκουσαν τῆς φωνῆς μου,
23ἦ μὴν οὐκ ὄψονται τὴν γῆν, ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν· ἀλλʼ ἢ τὰ τέκνα αὐτῶν ἅ ἐστι μετʼ ἐμοῦ ὧδε, ὅσοι οὐκ οἴδασιν ἀγαθὸν οὐδὲ κακὸν, πᾶς νεώτερος ἄπειρος, τούτοις δώσω τὴν γῆν· πάντες δὲ οἱ παροξύναντές με, οὐκ ὄψονται αὐτήν.
24Ὁ δὲ παῖς μου Χάλεβ, ὅτι πνεῦμα ἕτερον ἐν αὐτῷ, καὶ ἐπηκολούθησέ μοι, εἰσάξω αὐτὸν εἰς τὴν γῆν εἰς ἣν εἰσῆλθεν ἐκεῖ, καὶ τὸ σπέρμα αὐτοῦ κληρονομήσει αὐτήν.
25Ὁ δὲ Ἀμαλὴκ καὶ ὁ Χαναναῖος κατοικοῦσιν ἐν τῇ κοιλάδι· αὔριον ἐπιστράφητε καὶ ἀπάρατε ὑμεῖς εἰς τὴν ἔρημον, ὁδὸν θάλασσαν ἐρυθρᾶν.
26Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν, λέγων,
27ἕως τίνος τὴν συναγωγὴν τὴν πονηρὰν ταύτην; ἅ αὐτοὶ γογγύζουσιν ἐναντίον μου, τὴν γόγγυσιν τῶν υἱῶν Ἰσραὴλ, ἣν ἐγόγγυσαν περὶ ὑμῶν, ἀκήκοα.
28Εἶπον αὐτοῖς, ζῶ ἐγὼ, λέγει Κύριος· ἦ μὴν ὃν τρόπον λελαλήκατε εἰς τὰ ὦτά μου, οὕτω ποιήσω ὑμῖν.
29Ἐν τῇ ἐρήμῳ ταύτῃ πεσεῖται τὰ κῶλα ὑμῶν· καὶ πᾶσα ἡ ἐπισκοπὴ ὑμῶν, καὶ οἱ κατηριθμημένοι ὑμῶν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, ὅσοι ἐγόγγυσαν ἐπʼ ἐμοί·
30εἰ ὑμεῖς εἰσελεύσεσθε εἰς τὴν γῆν ἐφʼ ἣν ἐξέτεινα τὴν χεῖρά μου κατασκηνῶσαι ὑμᾶς ἐπʼ αὐτῆς· ἀλλʼ ἢ Χάλεβ υἱὸς Ἰεφοννὴ, καὶ Ἰησοῦς ὁ τοῦ Ναυὴ.
31Καὶ τὰ παιδία, ἃ εἴπατε ἐν διαρπαγῇ ἔσεσθαι, εἰσάξω αὐτοὺς εἰς τὴν γῆν· καὶ κληρονομήσουσι τὴν γῆν, ἣν ὑμεῖς ἁπέστητε ἀπʼ αὐτῆς.
32Καὶ τὰ κῶλα ὑμῶν πεσεῖται ἐν τῇ ἐρήμῳ ταύτῃ.
33Οἱ δὲ υἱοὶ ὑμῶν ἔσονται νεμόμενοι ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη· καὶ ἀνοίσουσι τὴν πορνείαν ὑμῶν, ἕως ἂν ἀναλωθῇ τὰ κῶλα ὑμῶν ἐν τῇ ἐρήμῳ,
34κατὰ τὸν ἀριθμὸν τῶν ἡμερῶν ὅσας κατεσκέψασθε τὴν γῆν, τεσσαράκοντα ἡμέρας, ἡμέραν τοῦ ἐνιαυτοῦ, λήμψεσθε τὰς ἁμαρτίας ὑμῶν τεσσαράκοντα ἔτη· καὶ γνώσεσθε τὸν θυμὸν τῆς ὀργῆς μου.
35Ἐγὼ Κύριος ἐλάλησα, ἦ μὴν οὕτω ποιήσω τῇ συναγωγῇ τῇ πονηρᾷ ταύτῃ, τῇ ἐπισυνισταμένῃ ἐπʼ ἐμέ· ἐν τῇ ἐρήμῳ ταύτη ἐξαναλωθήσονται, καὶ ἐκεῖ ἀποθανοῦνται.
36Καὶ οἱ ἄνθρωποι, οὓς ἀπέστειλεν Μωυσῆς κατασκέψασθαι τὴν γῆν, καὶ παραγενηθέντες διεγόγγυσαν κατʼ αὐτῆς πρὸς τὴν συναγωγὴν ἐξενέγκαι ῥήματα πονηρὰ περὶ τῆς γῆς,
37καὶ ἀπέθανον οἱ ἄνθρωποι οἱ κατείπαντες πονηρὰ κατὰ τῆς γῆς ἐν τῇ πληγῇ ἔναντι Κυρίου.
38Καὶ Ἰησοῦς υἱὸς Ναυὴ καὶ Χάλεβ υἱὸς Ἰεφοννὴ ἔζησαν ἀπὸ τῶν ἀνθρώπων ἐκείνων τῶν πεπορευμένων κατασκέψασθαι τὴν γῆν.
39Καὶ ἐλάλησε Μωυσῆς τὰ ῥήματα ταῦτα πρὸς πάντας υἱοὺς Ἰσραήλ· καὶ ἐπενθησεν ὁ λαὸς σφόδρα.
40Καὶ ὀρθρίσαντες τοπρωῒ ἀνέβησαν εἰς τὴν κορυφὴν τοῦ ὄρους, λέγοντες, ἰδοὺ, οἵδε ἡμεῖς ἀναβησόμεθα εἰς τὸν τόπον ὃν εἶπε Κύριος, ὅτι ἡμάρτομεν.
41Καὶ εἶπε Μωυσῆς, ἱνατί ὑμεῖς παραβαίνετε τὸ ῥῆμα Κυρίου; οὐκ εὔοδα ἔσται ὑμῖν.

Read ΑΡΙΘΜΟΙ 14ΑΡΙΘΜΟΙ 14
Compare ΑΡΙΘΜΟΙ 14:4-41ΑΡΙΘΜΟΙ 14:4-41